phusikês akroaseôs b.1.2 193a9
Peter Danenberg
Peter Danenberg (2003-04-05 21:29:53): The dichotomy of nature, sponteneity and persistence (ουσία), takes precedence over technical intervention of an accidental kind (διάθεσις, ἕξις), that is, the ordinance according to principle.
δοκεῖ δ' ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκά στῳ, ἀρρύθμιστον ὂν καθ' ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δ' ὁ χαλκός. σημεῖον δέ φησιν Ἀντιφῶν ὅτι, εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δ' οὐσίαν οὖσαν ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς. εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτε ρόν τι ταὐτὸ τοῦτο πέπονθεν οἷον ὁ μὲν χαλκὸς καὶ ὁ χρυσὸς πρὸς ὕδωρ, τὰ δ' ὀστᾶ καὶ ξύλα πρὸς γῆν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ὁτιοῦν, ἐκεῖνο τὴν φύσιν εἶναι καὶ τὴν οὐσίαν αὐ τῶν. διόπερ οἱ μὲν πῦρ, οἱ δὲ γῆν, οἱ δ' ἀέρα φασίν, οἱ δὲ ὕδωρ, οἱ δ' ἔνια τούτων, οἱ δὲ πάντα ταῦτα τὴν φύσιν εἶ ναι τὴν τῶν ὄντων. ὃ γάρ τις αὐτῶν ὑπέλαβε τοιοῦτον, εἴτε ἓν εἴτε πλείω, τοῦτο καὶ τοσαῦτά φησιν εἶναι τὴν ἅπασαν οὐσίαν, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ δια θέσεις, καὶ τούτων μὲν ὁτιοῦν ἀΐδιον οὐ γὰρ εἶναι μετα βολὴν αὐτοῖς ἐξ αὑτῶν, τὰ δ' ἄλλα γίγνεσθαι καὶ φθεί ρεσθαι ἀπειράκις.
aporia (2004-06-20 02:39:06): I was interested in listening to the MP3 files but the links seem to be broken. Will they be made available again in the near future? Thanks.
Mitdasein archive; Peter Danenberg <danenberg at mitdasein dot com>